Κυριακή, 20 Οκτωβρίου 2013

Θέμα 10,η κατηγορηματική μετοχή

Θέμα 10,Η κατηγορηματική μετοχή
Οὐχ οὕτω δ'ἄν προθύμως ἐπί τόν πόλεμον ὑμᾶς παρεκάλουν,εἰ μή τήν εἰρήνην ἑώρων ἐξ ὧν μέν ἐγώ λέγω καλήν καί βεβαίαν γενησομένην,ἐξ ὧν δ'ἔνιοί τινες συμβουλεύουσιν οὐ μόνον αἰσχράν ἐσομένην,ἀλλ'οὐδέ χρόνον οὐδένα παραμενοῦσαν.Ἤν γάρ παρακατοικισώμεθα τούς εἵλωτες καί τήν πόλιν ταύτην περιίδωμεν αὐξηθεῖσαν,τίς οὐκ οἶδεν,ὅτι πάντα τόν βίον ἐν ταραχαῖς καί κινδύνοις διατελοῦμεν ὄντες;ὥσθ'οἱ περί ἀσφαλείας διαλεγόμενοι λελήθασιν αὐτούς τήν μέν εἰρήνην ὀλίγας ἡμέρας ἡμῖν ποιοῦντες,τόν δέ πόλεμον εἰς ἅπαντα τόν χρόνον κατασκευάζοντες.Ἡδέως δ'ἄν αὐτῶν πυθοίμην,ὑπέρ τίνων οἴονται χρῆναι μαχομένους ἡμᾶς ἀποθνῄσκειν.
Ισοκράτους ,Αρχίδαμος,87-88

Λεξιλογικά
παρακαλῶ=παρακινώ
παρακατοικίζομαι=εγκαθιστώ κάποιον κοντά μου
περιορῶ+κατηγ.μτχ.=ανέχομαι να...
πυνθάνομαι+γεν=πληροφοροῦμαι

Ασκήσεις
Αφού μελετήσετε την κατηγορηματική μετοχή,βρίσκετε τις μετοχές των παρακάτω προτάσεων και δικαιολογείτε την εξάρτησή τους.
  1. Περικλῆς ὁρῶν τούς Ἀθηναίους χαλεπαίνοντας  ξύλλογον ἐποίησε
  2. Οὗτος ὁ ἀνήρ οὐχ ὑπομένει ὠφελούμενος
  3. Αὐτοί γάρ ἡμεῖς δίς ἤδη τήν δημοκρατίαν ἐπείδομεν καταλυθεῖσαν
  4. Ἀνανδρίας ἕνεκα δειχθήσεται ταῦτα πεποιηκώς
  5. Οἱ στρατιῶται εἶχον τάς ἀσπίδας ἐκκεκαλυμμένας
  6. Βεβοηθηκότες ἦσαν τοῖς Βιθυνοῖς
  7. Κῦρος οὐ φθονῶν τοῖς φανερῶς πλουτοῦσιν ἐφαίνετο
  8. Κολάζουσι δέ καί ὅν ἄν ἀδίκως ἐγκαλοῦντα εὑρίσκωσι
  9. Τοιγάρτοι διατελεῖ τοῦτο τό συνέδριον εὐδοκιμοῦν ἐν τῇ πόλει
  10. Παῦσαι γελῶν·ἆρ'οὐκ αἰσχύνῃ διατελῶν γελῶν;
  11. Δεῖ ἐθέλοντας ὑπάρχειν μισεῖν τούς κακούς
  12. Ἀπείρηκα ἤδη συσκευαζόμενος καί βαδίζων καί τρέχων
  13. Εἰκός ὑμᾶς καί τῶν κατηγόρων ἀκροᾶσθαι,ἐάν ἀποφαίνωσι τούς φεύγοντας πολλά εἰς ὑμᾶς ἡμαρτηκότας
  14. 'Ραδίως ἐξηλέγχθησαν ψευδόμενοι
  15. Ἡ ψυχή ἄρχεται ἀπολιποῦσα τό σῶμα
  16. Φθάνουσιν ἐπί τῷ ἄκρῳ γενόμενοι τούς πολεμίους
  17. Αἰσθάνεται τῶν ἀνέμων προσιόντων
  18. Εὐθύδημος ἔχαιρεν ἀκούων ταῦτα
  19. Ἐμοί χαρίζου ἀποκρινόμενος
  20. Ἀδικεῖτε πολέμου ἄρχοντες καί σπονδάς λύοντες
  21. Τοῦτο ὑπάρχειν ὑμᾶς εἰδότας ἡγοῦμαι
  22. Ἀλέξανδρος ἠγγέλλετο διαβεβηκώς Ἑλλήσποντον
  23. Ἦν Περικλέους ἡ γνώμη νενικηκυῖα
  24. Δερκυλίδας ἐκαρτέρει θυόμενος
  25. Οἱ δυνατοί ἐλυποῦντο καλά κτήματα ἀπολωλεκότες