Σάββατο, 28 Σεπτεμβρίου 2013

Θέμα 7 ,Η γενική

Θέμα 7,Η Γενική

Ἔστι δέ ἀξία ἡ χώρα καί ὑπό πάντων ἀνθρώπων ἐπαινεῖσθαι,οὐ μόνον ὑφ'ἡμῶν,πολλαχῇ μέν καί ἄλλῃ,πρῶτον δέ καί μέγιστον ὅτι τυγχάνει οὖσα θεοφιλής.Μαρτυρεῖ δέ ἡμῶν τῷ λόγῳ ἡ τῶν ἀμφισβητησάντων περί αὐτῆς θεῶν ἔρις τε καί κρίσις·ἥν δέ θεοί ἐπῄνεσαν,πῶς οὐχ ὑπ'ἀνθρώπων γε ξυμπάντων δικαία ἐπαινεῖσθαι;Δεύτερος δέ ἔπαινος δικαίως ἄν αὐτῆς εἴη,ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ,ἐν ᾧ ἡ πᾶσα γῆ ἀνεδίδου καί ἔφυε ζῷα παντοδαπά,θηρία τε καί βοτά,ἐν τούτῳ ἡ ἡμετέρα θηρίων μέν ἀγρίων ἄγονος ἐφάνη καί καθαρά,ἐξελέξατο δέ τῶν ζῴων καί ἐγέννησεν ἄνθρωπον,ὅ συνέσει τε ὑπερέχει τῶν ἄλλων καί δίκην καί θεούς μόνον νομίζει.Μέγα δέ τεκμήριον τούτῳ τῷ λόγῳ,ὅτι ἥδε ἔτεκεν ἡ γῆ τούς τῶνδέ τε καί ἡμετέρους προγόνους·πᾶν γάρ τό τεκόν τροφήν ἔχει ἐπιτηδείαν ᾧ ἄν τέκῃ·ᾧ καί γυνή δήλη τεκοῦσά τε ἀληθῶς καί μή,ἀλλ'ὑποβαλλομένη,ἐάν μή ἔχῃ πηγάς τροφῆς τῷ γεννωμένῳ.

Λεξιλόγιο

Μαρτυρῶ τῷ λόγῳ=επιβεβαιώνω τον λόγο
ἀμφισβητῶ=φιλονικώ
φύω=παράγω,γεννώ
βοτά=βοσκήματα,ήρεμα ζώα
ἄγονος=αυτός που δεν γέννησε
καθαρός=απάτητος
τεκμήριον=απόδειξη
τίκτω=γεννώ
ἐπιτήδειος=κατάλληλος
ὑποβάλλομαι=υιοθετώ
Ασκήσεις

1.Να γραφούν οι τρεις βαθμοί των επιθέτων κατά γένος,αριθμό και πτώση:ἀξία,πρῶτον,μέγιστον,θεοφιλής,ἀγρίων,καθαρά,δήλη,ἀληθῶς.
2.Να γραφεί το γ΄ενικό και γ΄πληθυντικό των ρημάτων:μαρτυρεῖ,ἐπῄνεσαν,ἐφάνη,ἐξελέξατο,ἔτεκεν.
3.Να κλιθούν:θεοφιλής( στα τρία γένη),ἔρις,δικαία(στα τρία γένη)συνέσει,γυνή.