Τετάρτη, 4 Σεπτεμβρίου 2013

Άγνωστο θέμα 2 Κατηγορούμενο

Άγνωστο θέμα 2 ,Επιρρηματικό Κατηγορούμενο

Πρῶτος δ'ὁ φήσας ποτέ συγγενής εἶναι τοῦ Κύρου εἶπεν·"Ἀλλ'ἐγώ μέν",ἔφη,"ὦ βασιλεῦ·βασιλεύς γάρ ἔμοιγε δοκεῖς σύ φύσει πεφυκέναι οὐδέν ἧττονἤ ὁ ἐν τῷ σμήνει φυόμενος τῶν μελιττῶν ἡγεμών·ἐκείνῳ τε γάρ αἱ μέλιτται ἑκοῦσαι μέν πείθονται,ὅπου δ'ἄν μένῃ,οὐδεμάι ἐντεῦθεν ἀπέρχεται·ἐάν δέ ποι ἐξίῃ,οὐδεμία αὐτοῦ ἀπολείπεται.Οὕτω δεινός τις ἔρως αὐταῖς τοῦ ἄρχεσθαι ὑπ'ἐκείνου ἐγγίγνεται·καί πρός σέ δέ μοι δοκοῦσι παραπλησίως πως οἱ ἄνθρωποι οὗτοι διακεῖσθαι.καί γάρ εἰς Πέρσας ὅτε παρ'ἡμῶν ἀπήεις,τίς Μήδων ἤ νέος ἤ γέρων σοῦ ἀπελείφθη τό μή σοι ἀκολουθεῖν ἔστε Ἀστυάγης ἡμᾶς ἀπέτρεψεν;ἐπειδή δ'ἐκ Περσῶν βοηθός ἡμῖν ὡρμήθης,σχεδόν αὖ ἑωρῶμεν τούς φίλους σου πάντας ἐθελουσίους συνεπομένους.Ὅτε δ'αὖ τῆς δεῦρο στρατείας ἐπεθύμησας,πάντες σοι Μῆδοι ἑκόντες ἠκολούθησαν.

Ξενοφῶντος,Κύρου Παιδεία 5,1,24-25

ΛΕΞΙΛΟΓΙΟ

Φημί=λέγω,ισχυρίζομαι
πέφυκα=έχω γεννηθεί
φύομαι=γεννιέμαι
ἀπέρχομαι=απομακρύνομαι
ἀπολείπομαι=μένω πίσω
δεινός ἔρως=μεγάλη επιθυμία
ἐγγίγνομαι=γεννιέμαι
παραπλησίως=παρόμοια
πως=κάπως
διάκειμαι πρός τινα=έχω διαθέσεις απέναντι σε κάποιον
ἔστε=ωσότου
ἀποτρέπω τινά=γυρίζω κάποιον πίσω
ὁρμῶμαι=ξεκινώ
συνέπομαι=ακολουθώ