Σάββατο, 7 Σεπτεμβρίου 2013

Θέμα 1,Το κατηγορούμενο

Θέμα 1,Το Κατηγορούμενο
Ἐν Ἐφέσῳ δέ ἤδη ὄντος αὐτοῦ,ὡς ἐπί Καρίαν πορευσομένου,Δερκυλίδας ἄρξων ἀφίκετο ἐπί τό στράτευμα,ἀνήρ δοκῶν εἶναι μάλα μηχανητικός.Καί ἐπεκαλεῖτο δέ Σίσυφος.Ὁ μέν οὖν Θίβρων ἀπῆλθεν οἴκαδε καί ζημιωθείς ἔφυγε·κατηγόρουν γάρ αὐτοῦ οἱ σύμμαχοι ὡς ἐφείη ἁρπάζειν τῷ στρατεύματι τούς φίλους.Ὁ δέ Δερκυλίδας ἐπεί παρέλαβε τό στράτευμα γνούς ὑπόπτους ὄντας ἀλλήλοις τόν Τισσαφέρνην καί τόν Φαρνάβαζον,κοινολογησάμενος τῷ Τισσαφέρνει ἀπήγαγεν εἰς τήν Φαρναβάζου χώραν τό στράτευμα,ἑλόμενος θατέρῳ μᾶλλον ἤ ἅμα ἀμφοτέροις πολεμεῖν.Ἦν δέ καί πρόσθεν ὁ Δερκυλίδας πολέμιος τῷ Φαρναβάζῳ·ἁρμοστής γάρ γενόμενος ἐν Ἀβύδῳ ἐπί Λυσάνδρου ναυαρχοῦντος,διαβληθείς ὑπό Φαρναβάζου,ἐστάθη τήν ἀσπίδα ἔχων,ὅ δοκεῖ κηλίς εἶναι τοῖς σπουδαίοις τῶν Λακεδαιμονίων·ἀταξίας γάρ ζημίωμά ἐστι.

Λεξιλόγιο
ἄρχω=αναλαμβάνω την αρχηγία
μηχανητικός=πανούργος
ζημιοῦμαι=τιμωρούμαι
φεύγω=εξορίζομαι
ἐφίημι=επιτρέπω
ἁρπάζω=λεηλατώ
κοινολογοῦμαι=διαπραγματεύομαι
ἀπάγω=οδηγώ
αἱροῦμαι=προτιμώ
ἀταξία=απειθαρχία
ζημίωμα=τιμωρία